Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.301 Joseph. BJ 7.307 (English) >>Joseph. BJ 7.315

7.305μετὰ γὰρ τὸν διατειχίζοντα πύργον τὴν ἀπὸ τῆς δύσεως ὁδὸν ἄγουσαν εἴς τε τὸ βασίλειον καὶ τὴν ἀκρώρειαν ἦν τις ἐξοχὴ πέτρας εὐμεγέθης τῷ πλάτει καὶ πολὺ προκύπτουσα, τοῦ δὲ ὕψους τῆς Μασάδας τριακοσίους πήχεις ὑποκάτω· Λευκὴν δʼ αὐτὴν ὠνόμαζον. 7.306ἐπὶ ταύτην οὖν ἀναβὰς καὶ κατασχὼν αὐτὴν Σίλβας ἐκέλευε τὸν στρατὸν χοῦν ἐπιφέρειν. τῶν δὲ προθύμως καὶ μετὰ πολλῆς χειρὸς ἐργαζομένων στερεὸν εἰς διακοσίους πήχεις ὑψώθη τὸ χῶμα. 7.307οὐ μὴν οὔτε βέβαιον οὔτε αὔταρκες ἐδόκει τοῦτο τὸ μέτρον εἶναι τοῖς μηχανήμασιν

-- --

εἰς ἐπιβάθραν, ἀλλʼ ἐπʼ αὐτοῦ βῆμα λίθων μεγάλων συνηρμοσμένων ἐποιήθη πεντήκοντα πήχεων εὖρός τε καὶ ὕψος. 7.308ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δʼ ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι, 7.309καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν. 7.310ἐν ταὐτῷ δὲ καὶ κριὸν Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλʼ οὖν ἀναρρήξας τι μέρος κατήρειψε. 7.311φθάνουσι δʼ οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι· μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.301 Joseph. BJ 7.307 (English) >>Joseph. BJ 7.315

Powered by PhiloLogic